Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- αἶψα δὲ τόν γ’ ἑκάτερθε διὰ ῥέθος ἔγρεο πλήσσων,
- ἄλλοτε δ’ ἐμβοόων, τοτὲ δὲ κνώσσοντα σαλάσσων,
- ὄφρα κατηβολέων ὀλοὸν διὰ κῶμα κεδαίῃ,
- τῆμος δ’ ἐξερύγῃσιν ἀλεξόμενος κακὸν ἄλγος.
- σπεῖρα δ’ ἐνὶ χλιαρῷ λίπεϊ, πρὸ δὲ νέκταρι βάπτων
- τρῖβε καὶ ἐκθέρμαινε ποτῷ ἐψυγμένα γυῖα,
- ἄλλοτε δ’ ἐν δροίτῃ κεράων ἐμβάπτεο σάρκας,
- αἶψα δὲ τινθαλέοισιν ἐπαιονάασθε λοετροῖς
- αἷμ’ ἀναλυόμενοι τέτανόν τ’ ἐσκληκότα ῥινόν.
- Εἰδείης δὲ λαγοῖο κακοφθορέος πόσιν αἰνὴν,
- οὐλομένην, τὸν κῦμα πολυστίου τέκεν ἅλμης.