Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἄνθε’ ἅτε βρυόεντα κυλοιδιόωντος ἐφίζει.
- δὴ γὰρ ἐφωμάρτησεν ὀλιζοτέρη κρίσις οὔρων
- ἄλλοτε πορφυρέη, τότ’ ἐπιπλέον αἱμάσσουσα.
- πᾶς δὲ παρὰ δρακέεσσι φανεὶς ἐχθαίρεται ἔλλοψ,
- αὐτὰρ ὃ ναυσιόεις ἁλίην ἀπεμύξατο δαῖτα.
- Τῷ μὲν Φωκήεσσαν ἅλις πόσιν ἐλλεβόροιο
- νείμειας, τοτὲ δάκρυ νεοβλάστοιο κάμωνος,
- ὄφρα ποτὸν νέποδός τε κακοῦ ἐκ φύρματα χεύῃ·
- ἄλλοτε βρωμήεντος ἀμελγόμενος γάλα πίνοι
- ἠὲ χύτρῳ τήξας μαλάχης λιπόωντας ὀράμνους·
- καί ποτε κεδρινέης πελάνου βάρος ἔμμορε πίσσης·