Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- αὐχέν’ ἀνακρούουσιν, ὃ δ’ ἀχθόμενος στόμα γαστρὸς
- πολλάκι μὲν δαίτην ἀπερεύγεται αἱματόεσσαν,
- ἄλλοτε νηδυίων θολερὴν μυξώδεα χεύει,
- τηνεσμῷ ὡς εἴ τε δυσέντερος ἀχθόμενος φώς·
- δήποτε τειρόμενος καμάτοις κάρφουσι δέδουπε
- γυῖα δαμείς· οὐ μὲν ποθέει ξηρὸν στόμα δεῦσαι.
- Τῷ δὲ σὺ πολλάκι μὲν γλάγεος πόσιν, ἄλλοτε μίγδην
- ῥεῖα γλυκὺ νείμειας ἀλυκρότερον δεπάεσσι·
- καί τε καὶ ὄρνιθος φιαρῆς πυρὶ τηκομένη σὰρξ
- θωρήκων ἤμυνεν ἐυτρεφέων βρωθεῖσα·
- ἤμυνεν καὶ χυλὸς ἅλις κύμβησι ῥοφηθεὶς,