Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ὅσσα τε πετρήεντος ὑπὸ ῥόχθοισι θαλάσσης
  2. κνώδαλα φυκιόεντας ἀεὶ περιβόσκεται ἀγμούς·
  3. ὧν τὰ μὲν ὠμὰ δάσαιτο, τὰ δ’ ἑφθέα, πολλὰ δὲ θάλψας
  4. ἐν φλογιῇ· στρόμβων δὲ πολὺ πλέον, ἢ ἔτι κάλχης,
  5. κηραφίδος, πίνης τε καὶ αἰθήεντος ἐχίνου
  6. δαῖτες ἐπαλθήσουσιν ἰδὲ κτένες· οὐδέ τι κήρυξ
  7. δὴν ἔσεται τήθη τε γεραιρόμενα μνίοισι.
  8. Μηδέ σέ γ’ ἐχθομένη λήθῃ πόσις — οὐ γὰρ ἄιδρις —
  9. φαρικοῦ, ἣ γναθμοῖσιν ἔπι βαρὺν ὤπασε μόχθον.
  10. Τὴν ἤτοι γευθμῷ μὲν ἰσαιομένην μάθε νάρδῳ·
  11. ἤνυσε δὲ σφαλεροὺς, ὁτὲ δ’ ἄφρονας, ἐν δὲ μονήρει