Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἢ ἔτι καὶ Λιβύηθε ποτῷ ἐγκνήθεο ῥίζας
- σιλφίου, ἄλλοτ’ ὀποῖο, νέμοις δ’ ἐν βάμματι τήξας·
- πολλάκι δὲ θρύπτειραν ἐπεγκεράσαιο κονίην
- ἠὲ νέον βρυόεντα θύμου στάχυν· ἄλλοτ’ ἀμύνει
- βότρυς ἐυκνήμοιο μίγα βρεχθέντος ἐν οἴνῃ·
- ἐν καί που ταμίσοιο ποτὸν διεχεύατο θρόμβους,
- καὶ χλοεραὶ μίνθης ἄπο φυλλάδες, ἠὲ μελίσσης
- ἠὲ καὶ ἐνστύφοντι ποτῷ μεμορυχμέναι ὄξευς.
- Ἀλλ’ ἄγε δὴ φράζοιο δορύκνιον, οὗ τε γάλακτι
- ὠπή τε βρῶσίς τε παρὰ στομάτεσσιν ἔικται.
- τῷ δ’ ἤτοι λυγμοὶ μὲν ἀηθέσσοντος ὁμαρτῇ