Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἀρτιγενὲς, μαστοῦ δὲ ποτὸν μοσχηδὸν ἀμέλγοι,
- οἵη τ’ ἐξ ὑμένων νεαλὴς ὕπο οὔθατα μόσχος
- βράσσει ἀνακρούουσα χύσιν μενοεικέα θηλῆς·
- ἄλλοτε πιαλέης πόσιος χλιαροῖο κορέσκοις,
- ἐς δ’ ἔμετον βιάοιο καὶ οὐ ποθέοντά περ ἔμπης
- χειρὶ βιησάμενος ἠὲ πτερῷ, ἢ ἀπὸ βύβλου
- στρεβλὸν ἐπιγνάμψαιο ταμὼν ἐρυτῆρα φάρυγγος.
- Ἢν δ’ ἐνιτυρωθῇ νεαρὸν γάλα τεύχει γαστρὸς,
- δὴ τότε τόνδε πνιχμὸς ἀθροιζομένοιο δαμάζει.
- Τῷ δ’ ἤτοι τρισσὰς πόσιας πόρε, μέσσα μὲν ὄξευς,
- δοιὰς δὲ γλυκέος, στεγανὴν δ’ ὑποσύρεο νηδύν·