Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἐς δ’ ἔμετον βιάοιο καὶ οὐ ποθέοντά περ ἔμπης
  2. χειρὶ βιησάμενος ἠὲ πτερῷ, ἢ ἀπὸ βύβλου
  3. στρεβλὸν ἐπιγνάμψαιο ταμὼν ἐρυτῆρα φάρυγγος.
  4. Ἢν δ’ ἐνιτυρωθῇ νεαρὸν γάλα τεύχει γαστρὸς,
  5. δὴ τότε τόνδε πνιχμὸς ἀθροιζομένοιο δαμάζει.
  6. Τῷ δ’ ἤτοι τρισσὰς πόσιας πόρε, μέσσα μὲν ὄξευς,
  7. δοιὰς δὲ γλυκέος, στεγανὴν δ’ ὑποσύρεο νηδύν·
  8. ἢ ἔτι καὶ Λιβύηθε ποτῷ ἐγκνήθεο ῥίζας
  9. σιλφίου, ἄλλοτ’ ὀποῖο, νέμοις δ’ ἐν βάμματι τήξας·
  10. πολλάκι δὲ θρύπτειραν ἐπεγκεράσαιο κονίην
  11. ἠὲ νέον βρυόεντα θύμου στάχυν· ἄλλοτ’ ἀμύνει
  12. βότρυς ἐυκνήμοιο μίγα βρεχθέντος ἐν οἴνῃ·
  13. ἐν καί που ταμίσοιο ποτὸν διεχεύατο θρόμβους,
  14. καὶ χλοεραὶ μίνθης ἄπο φυλλάδες, ἠὲ μελίσσης
  15. ἠὲ καὶ ἐνστύφοντι ποτῷ μεμορυχμέναι ὄξευς.
  16. Ἀλλ’ ἄγε δὴ φράζοιο δορύκνιον, οὗ τε γάλακτι
  17. ὠπή τε βρῶσίς τε παρὰ στομάτεσσιν ἔικται.
  18. τῷ δ’ ἤτοι λυγμοὶ μὲν ἀηθέσσοντος ὁμαρτῇ
  19. αὐχέν’ ἀνακρούουσιν, ὃ δ’ ἀχθόμενος στόμα γαστρὸς
  20. πολλάκι μὲν δαίτην ἀπερεύγεται αἱματόεσσαν,