Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- πᾶσα δέ οἱ νηδὺς διαπίμπραται, ὡς ὁπόθ’ ὕδρωψ
- τυμπανόεις ἀνὰ μέσσον ἀφυσγετὸς ὀμφαλὸν ἵζει·
- ἀμφὶ δέ οἱ γυίοις τετανὸν περιφαίνεται ἔρφος.
- Ἣ καί που δαμάλεις, ἐριγάστορας ἄλλοτε μόσχους
- πίμπραται, ὁππότε θῆρα νομαζόμενοι δατέονται·
- τούνεκα τὴν βούπρηστιν ἐπικλείουσι νομῆες.
- Τῷ δὲ καὶ εὐκραδέος τριέτει ἐν νέκταρι μίξαις
- συκέης αὐανθεῖσαν ἅλις πόσιν ὀμφαλόεσσαν,
- ἢ ἔτι καὶ σφύρῃ μιγάδην τεθλασμένα κόψας
- ἐν πυρὶ τηξάμενος πορέειν ἀλκτήρια νούσων.
- καί κε μελιζώροιο νέον κορέσαιο ποτοῖο
- ἀνέρα λαιμάσσοντα, τοτὲ γλάγος εἰν ἑνὶ χεύας·
- πολλάκι φοίνικος ψαφαρὸν καταμίσγεο καρπὸν,
- ἄλλοτε δ’ αὐαλέας δὴν ἀχράδας, ἢ ἀπὸ βάκχης
- ἢ ἀπὸ μυρτίνης ὁτὲ μυρτίδας οἰνάδι βάλλων.
- ἢ ὅγε καὶ θηλῆς ἅτε δὴ βρέφος ἐμπελάοιτο
- ἀρτιγενὲς, μαστοῦ δὲ ποτὸν μοσχηδὸν ἀμέλγοι,
- οἵη τ’ ἐξ ὑμένων νεαλὴς ὕπο οὔθατα μόσχος
- βράσσει ἀνακρούουσα χύσιν μενοεικέα θηλῆς·
- ἄλλοτε πιαλέης πόσιος χλιαροῖο κορέσκοις,