Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἄλλοτε νηδυίων θολερὴν μυξώδεα χεύει,
- τηνεσμῷ ὡς εἴ τε δυσέντερος ἀχθόμενος φώς·
- δήποτε τειρόμενος καμάτοις κάρφουσι δέδουπε
- γυῖα δαμείς· οὐ μὲν ποθέει ξηρὸν στόμα δεῦσαι.
- Τῷ δὲ σὺ πολλάκι μὲν γλάγεος πόσιν, ἄλλοτε μίγδην
- ῥεῖα γλυκὺ νείμειας ἀλυκρότερον δεπάεσσι·
- καί τε καὶ ὄρνιθος φιαρῆς πυρὶ τηκομένη σὰρξ
- θωρήκων ἤμυνεν ἐυτρεφέων βρωθεῖσα·
- ἤμυνεν καὶ χυλὸς ἅλις κύμβησι ῥοφηθεὶς,
- ὅσσα τε πετρήεντος ὑπὸ ῥόχθοισι θαλάσσης
- κνώδαλα φυκιόεντας ἀεὶ περιβόσκεται ἀγμούς·
- ὧν τὰ μὲν ὠμὰ δάσαιτο, τὰ δ’ ἑφθέα, πολλὰ δὲ θάλψας
- ἐν φλογιῇ· στρόμβων δὲ πολὺ πλέον, ἢ ἔτι κάλχης,
- κηραφίδος, πίνης τε καὶ αἰθήεντος ἐχίνου
- δαῖτες ἐπαλθήσουσιν ἰδὲ κτένες· οὐδέ τι κήρυξ
- δὴν ἔσεται τήθη τε γεραιρόμενα μνίοισι.
- Μηδέ σέ γ’ ἐχθομένη λήθῃ πόσις — οὐ γὰρ ἄιδρις —
- φαρικοῦ, ἣ γναθμοῖσιν ἔπι βαρὺν ὤπασε μόχθον.
- Τὴν ἤτοι γευθμῷ μὲν ἰσαιομένην μάθε νάρδῳ·
- ἤνυσε δὲ σφαλεροὺς, ὁτὲ δ’ ἄφρονας, ἐν δὲ μονήρει