Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. τούνεκα τὴν βούπρηστιν ἐπικλείουσι νομῆες.
  2. Τῷ δὲ καὶ εὐκραδέος τριέτει ἐν νέκταρι μίξαις
  3. συκέης αὐανθεῖσαν ἅλις πόσιν ὀμφαλόεσσαν,
  4. ἢ ἔτι καὶ σφύρῃ μιγάδην τεθλασμένα κόψας
  5. ἐν πυρὶ τηξάμενος πορέειν ἀλκτήρια νούσων.
  6. καί κε μελιζώροιο νέον κορέσαιο ποτοῖο
  7. ἀνέρα λαιμάσσοντα, τοτὲ γλάγος εἰν ἑνὶ χεύας·
  8. πολλάκι φοίνικος ψαφαρὸν καταμίσγεο καρπὸν,
  9. ἄλλοτε δ’ αὐαλέας δὴν ἀχράδας, ἢ ἀπὸ βάκχης
  10. ἢ ἀπὸ μυρτίνης ὁτὲ μυρτίδας οἰνάδι βάλλων.
  11. ἢ ὅγε καὶ θηλῆς ἅτε δὴ βρέφος ἐμπελάοιτο