Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Μὴ μὲν ἐπαλγύνουσα πόσις βουπρήστιδος ἐχθρῆς
- λήσειεν, σὺ δὲ φῶτα δαμαζόμενον πεπύθοιο.
- Ἣ δ’ ἤτοι λίτρῳ μὲν ἐπιχρώζουσα χαλινὰ
- εἴδεται ἐμβρυχθεῖσα, βαρύπνοος· ἀμφὶ δὲ γαστρὸς
- ἄλγεα δινεύοντα περὶ στομάτεσσιν ὄρωρεν·
- οὖρα δὲ τυφλοῦται, νεάτη δ’ ὑπὸ κύστις ὀρεχθεῖ·
- πᾶσα δέ οἱ νηδὺς διαπίμπραται, ὡς ὁπόθ’ ὕδρωψ
- τυμπανόεις ἀνὰ μέσσον ἀφυσγετὸς ὀμφαλὸν ἵζει·
- ἀμφὶ δέ οἱ γυίοις τετανὸν περιφαίνεται ἔρφος.
- Ἣ καί που δαμάλεις, ἐριγάστορας ἄλλοτε μόσχους
- πίμπραται, ὁππότε θῆρα νομαζόμενοι δατέονται·