Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. συγκεράων νύμφας τε καὶ ἐνστῦφον ποτὸν ὄξευς,
  2. ἠὲ καὶ ἐκβδήλαιο καταχθέος ἕρματα γαστρός.
  3. καί τε σὺ πυετίην ὀθόνης πολυωπέι κόλπῳ
  4. φύρσιμον ἠθήσαιο, τοτὲ προκὸς, ἄλλοτε νεβροῦ,
  5. ἢ ἐρίφου, τοτὲ δ’ ἂν σὺ καὶ εὐσκάρθμοιο λαγωοῦ
  6. αἰνύμενος μογέοντι φέροις εὐαλθέ’ ἀρωγήν.
  7. ἠὲ λίτρου στήδην ὀδελοῦ πόρε τριπλόον ἄχθος
  8. εὐτριβέος, κίρνα δὲ ποτῷ ἐνδευκέι Βάκχου,
  9. ἐν καὶ σιλφιόεσσαν ὁποῖό τε μοιρίδα λίτρην,
  10. καὶ σπέραδος κραμβῆεν ἄδην μεμορυχμένον ὄξει.
  11. ἆσαι δὲ ῥάδικα κακοχλοίοιο κονύζης
  12. ἢ πέπεριν, τά τε βλαστὰ κατασμώξαιο βάτοιο,
  13. καί κεν πηγνυμένοιο χύσιν διὰ ῥεῖα κεδάσσαις
  14. ἠὲ διαθρύψειας ἐν ἄγγεσιν ἑστηκυῖαν.
  15. Μὴ μὲν ἐπαλγύνουσα πόσις βουπρήστιδος ἐχθρῆς
  16. λήσειεν, σὺ δὲ φῶτα δαμαζόμενον πεπύθοιο.
  17. Ἣ δ’ ἤτοι λίτρῳ μὲν ἐπιχρώζουσα χαλινὰ
  18. εἴδεται ἐμβρυχθεῖσα, βαρύπνοος· ἀμφὶ δὲ γαστρὸς
  19. ἄλγεα δινεύοντα περὶ στομάτεσσιν ὄρωρεν·
  20. οὖρα δὲ τυφλοῦται, νεάτη δ’ ὑπὸ κύστις ὀρεχθεῖ·