Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. φύρσιμον ἠθήσαιο, τοτὲ προκὸς, ἄλλοτε νεβροῦ,
  2. ἢ ἐρίφου, τοτὲ δ’ ἂν σὺ καὶ εὐσκάρθμοιο λαγωοῦ
  3. αἰνύμενος μογέοντι φέροις εὐαλθέ’ ἀρωγήν.
  4. ἠὲ λίτρου στήδην ὀδελοῦ πόρε τριπλόον ἄχθος
  5. εὐτριβέος, κίρνα δὲ ποτῷ ἐνδευκέι Βάκχου,
  6. ἐν καὶ σιλφιόεσσαν ὁποῖό τε μοιρίδα λίτρην,
  7. καὶ σπέραδος κραμβῆεν ἄδην μεμορυχμένον ὄξει.
  8. ἆσαι δὲ ῥάδικα κακοχλοίοιο κονύζης
  9. ἢ πέπεριν, τά τε βλαστὰ κατασμώξαιο βάτοιο,
  10. καί κεν πηγνυμένοιο χύσιν διὰ ῥεῖα κεδάσσαις
  11. ἠὲ διαθρύψειας ἐν ἄγγεσιν ἑστηκυῖαν.