Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- στρευγεδόνι προδέδουπε δαμαζόμενος καμάτοισιν,
- ἦμος πιλνάμενον στέρνοις κρυσταίνεται εἶαρ
- ῥεῖα, θρομβοῦται δὲ μέσῳ ἐνὶ τεύχεϊ γαστρός·
- φράσσονται δὲ πόροι, τὸ δὲ θλίβεται ἔνδοθι πνεῦμα
- αὐχένος ἐμπλασθέντος, ὃ δὲ σπαδόνεσσιν ἀλύων
- δηθάκις ἐν γαίῃ σπαίρει μεμορυχμένος ἀφρῷ.
- Τῷ μέν τ’ ἢ ὀπόεντας ἀποκραδίσειας ἐρινοὺς,
- ὄξει δ’ ἐμπίσαιο, τὸ δ’ ἀθρόον ὕδατι μίξαις
- συγκεράων νύμφας τε καὶ ἐνστῦφον ποτὸν ὄξευς,
- ἠὲ καὶ ἐκβδήλαιο καταχθέος ἕρματα γαστρός.
- καί τε σὺ πυετίην ὀθόνης πολυωπέι κόλπῳ