Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. πολλάκι καὶ πίτυος γοερῆς ἀπὸ δάκρυα τμήξαις,
  2. Μαρσύου ἧχί τε Φοῖβος ἀπὸ φλόα δύσατο γυίων,
  3. ἣ δὲ μόρον πολύπυστον ἐπαιάζουσα κατ’ ἄγκη
  4. οἴη συνεχέως ἀδινὴν ἀναβάλλεται ἠχήν.
  5. ἆσαι δ’ ἢ πολίοιο μυοκτόνου ἀργέος ἄνθην,
  6. ἢ ἔτι καὶ ῥυτῆς πεδανὰς ἀπαμέργεο βλάστας,
  7. νάρδον, λιμναίου τε χαδὼν ἀπὸ κάστορος ὄρχιν·
  8. ἢ ὀδελὸν κνηστῆρι κατατρίψαιο χαρακτῷ
  9. σιλφίου, ἄλλοτε δ’ ἶσον ἀποτμήξειας ὀποῖο.
  10. πολλάκι δ’ ἀγροτέρης τραγοριγάνου ἠὲ γάλακτος
  11. πηγνυμένου κορέοιτο νεημέλκτῃ ἐνὶ πέλλῃ.
  12. Ἢν δέ τις ἀφροσύνῃ ταύρου νέον αἷμα πάσηται,
  13. στρευγεδόνι προδέδουπε δαμαζόμενος καμάτοισιν,
  14. ἦμος πιλνάμενον στέρνοις κρυσταίνεται εἶαρ
  15. ῥεῖα, θρομβοῦται δὲ μέσῳ ἐνὶ τεύχεϊ γαστρός·
  16. φράσσονται δὲ πόροι, τὸ δὲ θλίβεται ἔνδοθι πνεῦμα
  17. αὐχένος ἐμπλασθέντος, ὃ δὲ σπαδόνεσσιν ἀλύων
  18. δηθάκις ἐν γαίῃ σπαίρει μεμορυχμένος ἀφρῷ.
  19. Τῷ μέν τ’ ἢ ὀπόεντας ἀποκραδίσειας ἐρινοὺς,
  20. ὄξει δ’ ἐμπίσαιο, τὸ δ’ ἀθρόον ὕδατι μίξαις