Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Μαρσύου ἧχί τε Φοῖβος ἀπὸ φλόα δύσατο γυίων,
- ἣ δὲ μόρον πολύπυστον ἐπαιάζουσα κατ’ ἄγκη
- οἴη συνεχέως ἀδινὴν ἀναβάλλεται ἠχήν.
- ἆσαι δ’ ἢ πολίοιο μυοκτόνου ἀργέος ἄνθην,
- ἢ ἔτι καὶ ῥυτῆς πεδανὰς ἀπαμέργεο βλάστας,
- νάρδον, λιμναίου τε χαδὼν ἀπὸ κάστορος ὄρχιν·
- ἢ ὀδελὸν κνηστῆρι κατατρίψαιο χαρακτῷ
- σιλφίου, ἄλλοτε δ’ ἶσον ἀποτμήξειας ὀποῖο.
- πολλάκι δ’ ἀγροτέρης τραγοριγάνου ἠὲ γάλακτος
- πηγνυμένου κορέοιτο νεημέλκτῃ ἐνὶ πέλλῃ.
- Ἢν δέ τις ἀφροσύνῃ ταύρου νέον αἷμα πάσηται,