Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- τῷ καὶ στρευγομένῳ περ ἀνήλυθεν ἐκ καμάτοιο
- πνεῦμα μόλις, πόσιες δὲ παραυτίκα λύματ’ ἔχευαν
- φαρμακόεις ὠοῖσιν ἀλίγκια, τοῖά τε βοσκὰς
- ὀρταλὶς αἰχμητῇσιν ὑπευνασθεῖσα νεοσσοῖς
- ἄλλοτε μὲν πληγῇσι νέον θρομβήια γαστρὸς
- ἔκβαλεν ἐν μήνιγξιν ἀνόστεα, πολλάκι νούσῳ
- δαμναμένη δύσποτμον ὑπὲκ γόνον ἔκχεε γαίῃ.
- Τῷ μέν τ’ εὐβραχέος ἀψινθίου ἄλγος ἐρύξει
- ἐνστῦφον πόμα κεῖνο νεοθλίπτῳ ὑπὸ γλεύκει·
- καί ποτε ῥητίνην τερμινθίδα, πολλάκι πεύκης,
- πολλάκι καὶ πίτυος γοερῆς ἀπὸ δάκρυα τμήξαις,