Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. οὐλόμενον λήσειεν, ὅ τ’ ὠκιμοειδὲς ὄδωδε.
  2. τοῦ μὲν ὑπὸ γλώσσης νέατος τρηχύνεται ὁλκὸς
  3. νέρθεν ἐπιφλεγέθων, τὸ δέ οἱ ἀμπάζεται ἦτορ·
  4. λυσσηθεὶς γλῶσσαν δὲ καταπρίει κυνοδόντι,
  5. δὴ γὰρ ὅτ’ ἔμπληκτος φρένα δάμναται· ἀμφὶ δὲ δοιοὺς
  6. εἰκῇ ἐπιφράσσουσα πόρους τυφλώσατο νηδὺς
  7. ὑγρῶν τε βρωτῶν τε, καταπνίγουσα δὲ πνεῦμα
  8. ἐντὸς ὑποβρομέει, ὀλίγῳ δ’ ἐνελίσσεται ὄγμῳ
  9. πολλάκι δὴ βροντῇσιν ἀνομβρήεντος ὀλύμπου
  10. εἰδόμενον, τοτὲ δ’ αὐτε κακοῖς ῥόχθοισι θαλάσσης,
  11. οἵοις πετραίῃσιν ὑποβρέμεται σπιλάδεσσι.