Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἠὲ καὶ ἰρινέοιο· μόλις δέ κε μυρί’ ἐπιτλὰς
- ἤμασιν ἐν πολέεσσιν ἀκροσφαλὲς ἴχνος ἰήλαι
- ἀσφαλέως, πτοιητὸν ἔχων ἑτεροπλανὲς ὄθμα.
- Τῷ μὲν Γερραῖοι νομάδες χαλκήρεας αἰχμὰς
- οἵ τε παρ’ Εὐφρήταο ῥόον πολέοντες ἀρούρας
- χραίνουσιν· τὰ δὲ πολλὸν ἀναλθέα τραύματα τεύχει
- σάρκα μελαινομένην, πικρὸς δ’ ὑποβόσκεται ὕδρης
- ἰὸς, σηπόμενον δὲ μύδῳ ἐκρήγνυται ἔρφος.
- Ἢν δὲ τὸ Μηδείης Κολχηίδος ἐχθόμενον πῦρ
- κεῖνό τις ἐνδέξηται, ἐφήμερον, οὗ περὶ χείλη
- δευομένου δυσάλυκτος ἰάπτεται ἄμμιγα κνηθμὸς
- οἷά τ’ ὀπῷ νιφόεντι κράδης ἢ τρηχέι κνίδῃ
- χρῶτα μιαινομένοις ἢ καὶ σπειρώδεϊ κόρσῃ
- σκίλλης, ἥ τ’ ἔκπαγλα νέην φοινίξατο σάρκα.
- τοῦ καὶ ἐπισχομένοιο περὶ στόμαχον βάρος ἵζει
- πρῶτον ἐρεπτόμενον, μετέπειτα δὲ λοιγέι συρμῷ
- ῥιζόθεν ἑλκωθέντα, κακὸν δ’ ἀποήρυγε δειρῆς,
- ὡς εἴ τε κρεάων θολερὸν πλύμα χεύατο δαιτρός,
- σὺν δέ τε καὶ νηδὺς μεμιασμένα λύματα βάλλει.
- Ἀλλὰ σὺ πολλάκι μὲν χαίτην δρυὸς οὐλάδα κόψας,