Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- πολλάκι καὶ φηγοῖο πόροις ἀκύλοισιν ὁμαρτῇ,
- ἠὲ σύ γε βδήλαιο νέον γλάγος ἔνδοθι πέλλης,
- αὐτὰρ ὃ τοῦ κορέοιτο, καὶ ἐν στομάτεσσιν ἐρύξας.
- ἦ μὴν πουλυγόνοιο τοτὲ βλαστήματ’ ἀρήξει,
- ἄλλοτε δὴ ῥιζεῖα καθεψηθέντα γάλακτι.
- σὺν δὲ καὶ ἀμπελόεις ἕλικας ἐνθρύπτεο νύμφαις,
- ἴσως καὶ βατόεντα περὶ πτορθεῖα κολούσας.
- καί τε σὺ γυμνώσειας ἐυτρεφέος νέα τέρφη
- καστηνοῦ, καρύοιο λαχυφλοίοιο κάλυμμα,
- νείαιραν τόθι σάρκα περὶ σκύλος αὖον ὀπάζει
- δυσλεπέος καρύοιο, τὸ Καστανὶς ἔτρεφεν αἶα.
- ῥεῖα δὲ νάρθηκος νεάτην ἐξαίνυσο νηδὺν,
- ὅς τε Προμηθείοιο κλοπὴν ἀνεδέξατο φώρης·
- σὺν δὲ καὶ ἑρπύλλοιο φιλοζώοιο πέτηλα,
- εὐφίμου τ’ ἀπὸ καρπὸν ἅλις καταβάλλεο μύρτου·
- ἢ καί που σιδόεντος ἀποβρέξαιο κάλυμμα
- καρπείου, μιγάδην δὲ βαλὼν ἐμπίσεο μήλοις,
- ὄφρ’ ἂν ἔπι στῦφόν τι ποτῷ, νοῦσον δὲ κεδάσσεις.
- Ἰξιόεν δέ σε μή τι δόλῳ παρὰ χείλεσι πῶμα
- οὐλόμενον λήσειεν, ὅ τ’ ὠκιμοειδὲς ὄδωδε.