Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ὣς ὃ νόου λύσσῃ ἐσφαλμένα βρυχανάαται
  2. ὠρυδὸν, λοξαῖς δὲ κόραις ταυρώδεα λεύσσων
  3. θήγει λευκὸν ὀδόντα, παραφρίζει δὲ χαλινοῖς.
  4. Τὸν μὲν καὶ δεσμοῖσι πολυπλέκτοισι πιάξας
  5. νέκταρι θωρήξαιο, καὶ οὐ χατέοντα κορέσκων
  6. ἦκα βιησάμενος· διὰ δὲ στόμα βρῦκον ὀχλίζοις.
  7. ὄφρ’ ἂν ὑπεξερύγῃσι δαμαζόμενος χερὶ λώβην.
  8. ἠὲ σὺ βοσκαδίης χηνὸς νέον ὀρταλιχῆα
  9. ὕδασιν ἐντήξαιο πυρὸς μεμορημένον αὐγαῖς·
  10. καί τε σὺ μηλείης ῥηχώδεος ἄγρια κάρφη
  11. οὔρεσιν ἐνθρέφθεντα πόροις ἀπὸ σίνεα κόψας,
  12. ἢ ἔτι καὶ κλήροισιν ἐπήβολα, τοῖά περ ὧραι
  13. εἰαριναὶ φορέουσιν ἐνεψιήματα κούραις,
  14. ἄλλοτε δὲ στρούθεια, τοτὲ βλοσυροῖο Κύδωνος
  15. κεῖνο φυτὸν Κρήτηθεν, ὃ δή ῥ’ ἐκόμισσαν ἄναυροι· 235
  16. πολλάκι δὴ σφύρῃσιν ἅλις ἐναολλέα κόψας
  17. ὕδασιν ἐμβρέξαιο, νέην δ’ ὀσμήρεα γληχὼ
  18. σπέρμασι μηλείοισι βάλοις ἐνομήρεα φύρων.
  19. καί τε σύ γ’ ἢ ῥοδέης θυόεν μαλλοῖσιν ἀφύσσων
  20. παῦρα λίπος στάξειας ἀνοιγομένος στομάτεσσιν,