Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἢ πέπερι κνίδης τε μίγα σπερμεῖα λεήνας
- νείμειας, τοτὲ νέκταρ ὀπῷ ἐμπευκέι χράνας·
- δήποτε δ’ ἰρινέου θυέος μετρηδὸν ὀρέξαις
- σίλφιά τ’ ἐνθρυφθέντα μετ’ ἀργήεντος ἐλαίου·
- ἐν δὲ μελιζώρου γλυκέος πόσιν, ἐν δὲ γάλακτος
- ἀφριόεν νέμε τεῦχος ὑπὲρ πυρὸς ἠρέμα θάλψας.
- Καί κεν λοιγήεντι παρασχεδὸν ἄχθος ἀμύνοις
- τοξικῷ εὖτ’ ἀχέεσσι βαρύνηται ποτῷ ἀνήρ.
- Τοῦ καὶ ἔνερθε γλῶσσα παχύνεται, ἀμφὶ δὲ χείλη
- οἰδαλέα βρίθοντα περὶ στομάτεσσι βαρύνει·
- ξηρὰ δ’ ἀναπτύει, νεόθεν δ’ ἐκρήγνυται οὖλα’
- πολλάκι δ’ ἐς κραδίην πτοίην βάλε, πᾶν δὲ νόημα
- ἔμπληκτον μεμόρηκε κακῇ ἐσφαλμένον ἄτῃ,
- αὐτὰρ ὃ μηκάζει μανίης ὕπο μυρία φλύζων,
- δηθάκι δ’ ἀχθόμενος βοάᾳ, ἅ τις ἐμπελάδην φὼς
- ἀμφιβρότην κώδειαν ἀπὸ ξιφέεσσιν ἀμηθεὶς,
- ἢ ἅτε κερνοφόρος ζάκορος βωμίστρια Ῥείης
- εἰνάδι λαοφόροισιν ἐνιχρίμπτουσα κελεύθοις
- μακρὸν ἐπεμβοάᾳ γλώσσῃ θρόον, οἱ δὲ τρέουσιν
- Ἰδαίης ῥιγηλὸν ὅτ’ εἰσαῖωσιν ὑλαγμόν·