Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ῥυσαλέην ἑδανοῖο καὶ ἐκ ψιθίης ἑλίνοιο
- κείροντες θλίβωσιν, ὅτε ῥοιζηδὰ μέλισσαι,
- πεμφρηδὼν, σφῆκές τε καὶ ἐκ βέμβικες ὄρειαι
- γλεῦκος ἅλις δαίνυνται ἐπὶ ῥαγέεσσι πεσοῦσαι,
- πιοτέρην ὅτε βότρυν ἐσίνατο κηκὰς ἀλώπηξ.
- Καί τε σὺ κωνείου βλαβόεν τεκμαίρεο πῶμα·
- κεῖνο ποτὸν δὴ γάρ τε καρήατι φοινὸν ἰάπτει
- νύκτα φέρον σκοτόεσσαν· ἐδίνησεν δὲ καὶ ὄσσε,
- ἴχνεσι δὲ σφαλεροί τε καὶ ἐμπλάζοντες ἀγυιαῖς
- χερσὶν ἐφερπύζουσι· κακὸς δ’ ὑπὸ νείατα πνιχμὸς 190
- ἴσθμια καὶ φάρυγος στεινὴν ἐμφράσσεται οἶμον·
- ἄκρα δέ τοι ψύχει, περὶ δὲ φλέβες ἔνδοθι γυίων
- ῥωμαλέαι στέλλονται· ὃ δ’ ἠέρα παῦρον ἀτύζει
- οἷα κατηβολέων, ψυχὴ δ’ Ἀιδωνέα λεύσσει.
- Τὸν μέν τ’ ἢ λίπεος κορέοις ἢ ἀμισγέος οἴνης,
- ὄφρα κεν ἐξερύγῃσι κακὴν καὶ ἐπώδυνον ἄτην·
- ἠὲ σύ γε κλυστῆρος ἐνεὶς ὁπλίζεο τεῦχος.
- πολλάκι δ’ ἢ οἴνης ἀμιγῆ πόσιν, ἢ ἀπὸ δάφνης,
- Τεμπίδος ἢ δαυχνοῖο φέροις ἐκ καύλεα κόψας,
- ἢ πρώτη Φοίβοιο κατέστεφε Δελφίδα χαίτην,