Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἄλλοτε καὶ μεσάτη ἐπιδάκνεται ἄλγεσι νηδὺς
- ἢ κύστις βρωθεῖσα· περιψαύουσι δ’ ἀνῖαι,
- θώρηκος τόθι χόνδρος ὑπὲρ κύτος ἕζετο γαστρός ·
- αὐτοὶ δ’ ἀσχαλόωσιν, ἄλη δέ φιν ἤθεα φωτὸς
- ἄψυχος πεδάει· ὃ δ’ ἀελπέα δάμναται ἄταις,
- οἷά τε δὴ γήρεια νέον τεθρυμμένα κάκτου
- ἠέρ’ ἐπιπλάζοντα διαψαίρουσι πνοῇσι.
- Τῷ δὲ σὺ πολλάκι μὲν γληχὼ ποταμηίσι νύμφαις
- ἐμπλήδην κυκεῶνα πόροις ἐν κύμβεϊ τεύξας,
- νηστείρης Δῃοῦς μορόεν ποτόν, ᾧ ποτε Δῃὼ
- λαυκανίην ἔβρεξεν ἀν’ ἄστυρον Ἱπποθόωντος
- Θρηίσσης ἀθύροισιν ὑπὸ ῥήτρῃσιν Ἰάμβης.
- δήποτε δ’ ἢ σιάλοιο καρήατος ἠὲ καὶ ἀμνοῦ
- ἀμμίγδην σπεράδεσσιν ἐυτροχάλοισι λίνοιο,
- ἠὲ νέον κορσεῖα ταμὼν κερόεντα χιμαίρης,
- ἢ ἔτι που χηνὸς μορόεν ποτὸν αἴνυσο χύτρου,
- ἐς δ’ ἔμετον κορέσαιο, τὰ δ’ ἀθρόα νειόθι βράσσοις
- ἐμμαπέως ἔτ’ ἄπεπτα πύλῃ μεμιασμένα δόρπα.
- πολλάκι δ’ ἐν κλυστῆρι νέον γλάγος οἰὸς ἀμέλξας
- κλύζε, τὰ δ’ ἤλιθα γαστρὸς ἀφόρδια κεινώσειας·