Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἄλλοτ’ ἀλυσθαίνοντι ποθὲν γάλα πῖον ἀρήξει·
  2. ἠὲ σύ γ’ ἀμπελόεντα γλυκεῖ ἔνι καύλεα κόψαις
  3. χλωρὰ, νέον πετάλοισι περιβρίθοντα κολούσας·
  4. ἠὲ μελισσάων καμάτῳ ἔνι παῦρα μορύξαις
  5. σκορπιόεντα χαδὼν ψαθυρῆς ἐκ ῥίζεα γαίης
  6. αἰὲν κεντρήεντα· πόη γε μὲν ὕψι τέθηλεν
  7. οἵη περ μολόθουρος, ἔνισχνα δὲ καύλεα βάλλει.
  8. καί τε σὺ δραχμάων πισύρων βάρος αἴνυσο γαίης
  9. Παρθενίης, τὴν Φυλλὶς ὑπὸ κνημοῖσιν ἀνῆκεν,
  10. Ἰμβρασίδος γαίης χιονώδεος, ἥν τε κεράστης
  11. ἀμνὸς Χησιάδεσσι νέον σημήνατο νύμφαις
  12. Κερκέτεω νιφόεντος ὑπὸ σχοινώδεσιν ὄχθαις·
  13. ἢ καὶ σειραίοιο πόσιν διπλήθεα τεύξαις·
  14. σὺν δέ τε πηγανόεντας ἐνιθρύψειας ὀράμνους,
  15. ὀργάζων λίπεϊ ῥοδέῳ θρόνα, πολλάκι χραίνοις
  16. ἰρινέῳ, τό τε πολλὸν ἐπαλθέα νοῦσον ἔτευξεν.
  17. Ἤν γε μὲν οὐλόμενόν γε ποτὸν κορίοιο δυσαλθὲς
  18. ἀφραδέως δεπάεσσιν ἀπεχθομένοισι πάσηται,
  19. οἳ μέν τ’ ἀφροσύνῃ ἐμπληγέες οἷά τε μάργοι
  20. δήμια λαβράζουσι παραπλῆγές θ’ ἅτε Βάκχαι