Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Ναὶ μὴν καὶ σικύην χαλκήρεα λοιγέι τύψει
- προσμάξας ἰόν τε καὶ ἀθρόον αἷμα κενώσεις,
- ἠὲ κράδης γλαγόεντα χέας ὀπὸν, ἠὲ σίδηρον
- καυστειρῆς θαλφθεῖσαν ὑπὸ στέρνοισι καμίνου.
- Ἄλλοτε φορβάδος αἰγὸς ἐνίπλειον δέρος οἴνης
- χραισμήσει τημοῦτος, ἐπὴν σφυρὸν ἢ χέρα κόψῃ·
- ἀσκοῦ ἔσω βαρύθοντα μέσου διὰ πῆχυν ἐρεῖσαι
- ἢ σφυρὸν, ἀσκοδέταις δὲ πέριξ βουβῶνας ἑλίξεις,
- εἰσόκε τοι μένος οἴνου ἀπὸ χροὸς ἄλγος ἐρύξῃ.
- Δήποτε καὶ βδέλλας κορέσαις ἐπὶ τύμμασι βόσκων,
- ἢ ἀπὸ κρομμυόφι στάζων ὀπὸν, ἄλλοτε δ’ οἴνης
- μίγδην ἐν πυράθοισι χέας τρύγα φυρήσασθαι
- ἢ ὄξευς, νεαλεῖ δὲ πάτῳ περὶ τύψιν ἑλίξαις.
- Ὄφρα δὲ καὶ πάσῃσιν ἀλεξητήριον ἄταις
- τευξόμενος πεπύθοιο, — τό τοι μέγα κρήγυον ἔσται,
- ἦμος ὅτε θρόνα πάντα μιῇ ὑπὸ χειρὶ ταράξῃς·
- ἐν μὲν ἀριστολόχεια, καὶ ἴριδος, ἐν δέ τε νάρδου
- ῥίζαι, χαλβανίδες τε σὺν αὐαλέεσσι πυρέθροις
- εἶεν, δαυκείου τε παναλθέος, ἐν δὲ βρυώνης,