Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. σὺν δέ τε ῥίζεα χαῦνα νεωρυχέος γλυκυσίδης,
  2. κάρφεά τ’ ἐλλεβόρου μελανόχροος, ἄμμιγα δ’ ἀφρὸς
  3. λίτρου· σὺν δὲ κύμινα χέαις βλαστόν τε κονύζης,
  4. ἄμμιγα δ’ ἀγροτέρης σταφίδος λέπος· ἶσα δὲ δάφνης
  5. σπερμεῖα, κύτισόν τε, κατακνήθειν τε χαμηλὴν
  6. ἵππειον λειχῆνα, καὶ ἐν κυκλάμινον ἀγείρας·
  7. ἐν καὶ μήκωνος φιαρῆς ὀπὸν, ἀμφὶ καὶ ἄγνου
  8. σπέρματα, βάλσαμον τε καὶ ἐν κινάμοιο βαλέσθαι,
  9. σὺν καὶ σφονδύλειον, ἁλός τ’ ἐμπληθέα κύμβην,
  10. ἄμμιγα καὶ τάμισον καὶ καρκίνον· ἀλλ’ ὁ μὲν εἴη
  11. πτωκὸς, ὁ δ’ ἐν ποταμοῖσι πολυστίοισι νομάζων.
  12. Καὶ τὰ μὲν ἐν στύπεϊ προβαλὼν πολυχανδέος ὅλμου
  13. μάξαι λαϊνέοισιν ἐπιπλήσσων ὑπέροισιν·
  14. αἶψα δ’ ἐπ’ αὐαλέοισι χέας ἀπαρινέα χυλὸν
  15. ἄμμιγα συμφύρσαιο, καταρτίζοιο δὲ κύκλους
  16. δραχμαίους πλάστιγγι διακριδὸν ἄχθος ἐρύξας,
  17. οἴνης δ’ ἐν δοιῇσι χαδεῖν κοτύλῃσι ταράξας.
  18. Καί κεν Ὁμηρείοιο καὶ εἰσέτι Νικάνδροιο
  19. μνῆστιν ἔχοις, τὸν ἔθρεψε Κλάρου νιφόεσσα πολίχνη.