Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ψίλωθρον, καρπόν τε πολυθρήνου ὑακίνθου,
- ὃν Φοῖβος θρήνησεν, ἐπεί ῥ’ ἀεκούσιος ἔκτα
- παῖδα βαλὼν προπάροιθεν Ἀμυκλαίου ποταμοῖο,
- πρωθήβην Ὑάκινθον, ἐπεὶ σόλος ἔμπεσε κόρσῃ
- πέτρου ἀφαλλόμενος, νέατον δ’ ἤραξε κάλυμμα.
- Σὺν δέ τε καὶ τριπέτηλον ὀποῖό τε δάκρυα βάλλοις
- τρισσοῖς ὁλκήεσσιν ἰσοζυγέων ὀδελοῖσιν·
- ἠὲ σύ γ’ ἕρπυλλον κεροειδέα, πολλάκι κρῆθμον,
- ἢ ποίην κυπάρισσον ἀμέργεο, σὺν δὲ καὶ αὐτοῖς
- ἄννησον Λιβυκάς τε ποτῷ ἐνικνήθεο ῥίζας.
- Ὧν σὺ τότ’ ἀμμίγδην, τοτὲ δ’ ἄνδιχα πίνεο θρύψας
- ἐν κελέβῃ, κεράσαι δὲ σὺν ὄξεϊ, πολλάκι δ’ οἴνῃ
- ἢ ὕδατι· χραισμεῖ δὲ καὶ ἐνθρυφθέντα γάλακτι.
- Ἢν δέ σ' ὁδοιπλανέοντα καὶ ἐν νεμέεσσιν ἀνύδροις
- νύχμα κατασπέρχῃ, βεβαρημένος αὐτίκα ῥίζας
- ἢ ποίην ἢ σπέρμα παρ’ ἀτραπιτοῖσι χλοάζον
- μαστάζειν γενύεσσιν, ἀμελγόμενος δ’ ἀπὸ χυλὸν
- τύμμασιν ἡμίβρωτα βάλοις ἔπι λύματα δαιτὸς,
- ὄφρα δύην * * * * * * * * * ἀλύξῃς.