Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ῥάμνου τ’ ἀσπαράγους θαμνίτιδος, ἠδ’ ὅσα πεῦκαι
- ἀργότεραι στρόμβοισιν ὑπεθρέψαντο ναπαῖαι.
- Εἰ δὲ, σύ γ’ ἐκ ποίης ἀβληχρέος ἔγχλοα ῥίζαν
- θηρὸς ἰσαζομένην τμήξαις ἰοειδέι κέντρῳ
- σκορπίου, ἠὲ σίδας Ψαμαθηίδας, ἅς τε Τράφεια
- Κῶπαί τε λιμναῖον ὑπεθρέψαντο παρ’ ὕδωρ,
- ᾗπερ Σχοινῆός τε ῥόος Κνώποιό τε βάλλει,
- ὅσσα θ’ ὑπ’ Ἰνδὸν χεῦμα πολυφλοίσβοιο Χοάσπεω
- πιστάκι’ ἀκρεμόνεσσιν ἀμυγδαλόεντα πέφανται·
- κυκλαμίδας, σὺν δ’ αἰθὰ βάλοις φιμώδεα μύρτα,
- κάρφεά θ’ ὁρμίνοιο καὶ ἐκ μαράθου βρυόεντος,
- εἰρύσιμόν τε καὶ ἀγροτέρου σπερμεῖ’ ἐρεβίνθου
- σὺν χλοεροῖς θάμνοισι βαλὼν βαρυώδεα ποίην.
- Ναὶ μὴν καὶ σίσυμβρα πέλει μειλίγματα νούσων,
- σὺν δὲ μελιλλώτοιο νέον στέφος, ἠδ’ ὅσα χαύνης
- οἰνάνθης βρύα λευκὰ καταψήχουσι νομῆες,
- ὅσσα τε λυχνὶς ἔνερθεν ἐρευθήεις τε θρυαλλὶς
- καὶ ῥόδον, ἡδ’ ἴα λεπτὸν ὅσον σπερμεῖον ἀέξει.
- Ἢ καὶ πουλύγονον λασίων ὑπάμησον ἰάμνων,