Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. κόρκορον ἢ πεταλῖτιν ἀμέργεο, πολλάκι μίλτου
  2. Λημνίδος, ἥ πάσῃσι πέλει θελκτήριον ἄταις.
  3. Δήποτε καὶ σικύοιο τάμοις ἐμπευκέα ῥίζαν
  4. ἀγροτέρου· νηδὺν δὲ καὶ ἐμβρίθουσαν ἀνίης
  5. ἤμυνεν καὶ καρπὸς ἐυρρήχου παλιούρου,
  6. σὺν καὶ ἀκανθοβόλος χαίτη, νεαλεῖς τ’ ὀρόβακχοι
  7. σίδης, ὑσγινόεντας ἐπιμύοντας ὀλόσχους
  8. αὐχενίους ἵνα λεπτὰ πέριξ ἐνερεύθεται ἄνθη·
  9. ἄλλοτε δ’ ὕσσωπός τε καὶ ἡ πολύγουνος ὄνωνις,
  10. φύλλα τε τηλεφίοιο, νέον τ’ ἐν βότρυσι κλῆμα,
  11. ἀγλῖθες, καὶ καρπὸς ὀρειγενέος κορίοιο,
  12. ἢ καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης.
  13. Πολλάκι δ’ ἢ πέπεριν κόψας νέον ἢ ἀπὸ Μήδων
  14. κάρδαμον ἐμπίσαιο· σὲ δ’ ἂν πολυάνθεα γλήχων,
  15. τρύχνον τ’, ἠδὲ σίνηπι κακηπελέοντα σαώσαι.
  16. Ἄγρει καὶ πρασιῆς χλοερὸν πράσον, ἄλλοτε δ’ αὐτῆς
  17. σπέρμ’ ὀλοὸν κνίδης, ἥ θ’ ἑψίη ἔπλετο κούροις·
  18. σὺν καί που νιφόεν σκίλλης κάρη, αὖά τε βολβῶν
  19. σπείρεα, καὶ καυλεῖον ὁμοκλήτοιο δράκοντος,