Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. σπέρμ’ ὀλοὸν κνίδης, ἥ θ’ ἑψίη ἔπλετο κούροις·
  2. σὺν καί που νιφόεν σκίλλης κάρη, αὖά τε βολβῶν
  3. σπείρεα, καὶ καυλεῖον ὁμοκλήτοιο δράκοντος,
  4. ῥάμνου τ’ ἀσπαράγους θαμνίτιδος, ἠδ’ ὅσα πεῦκαι
  5. ἀργότεραι στρόμβοισιν ὑπεθρέψαντο ναπαῖαι.
  6. Εἰ δὲ, σύ γ’ ἐκ ποίης ἀβληχρέος ἔγχλοα ῥίζαν
  7. θηρὸς ἰσαζομένην τμήξαις ἰοειδέι κέντρῳ
  8. σκορπίου, ἠὲ σίδας Ψαμαθηίδας, ἅς τε Τράφεια
  9. Κῶπαί τε λιμναῖον ὑπεθρέψαντο παρ’ ὕδωρ,
  10. ᾗπερ Σχοινῆός τε ῥόος Κνώποιό τε βάλλει,
  11. ὅσσα θ’ ὑπ’ Ἰνδὸν χεῦμα πολυφλοίσβοιο Χοάσπεω
  12. πιστάκι’ ἀκρεμόνεσσιν ἀμυγδαλόεντα πέφανται·
  13. κυκλαμίδας, σὺν δ’ αἰθὰ βάλοις φιμώδεα μύρτα,
  14. κάρφεά θ’ ὁρμίνοιο καὶ ἐκ μαράθου βρυόεντος,
  15. εἰρύσιμόν τε καὶ ἀγροτέρου σπερμεῖ’ ἐρεβίνθου
  16. σὺν χλοεροῖς θάμνοισι βαλὼν βαρυώδεα ποίην.
  17. Ναὶ μὴν καὶ σίσυμβρα πέλει μειλίγματα νούσων,
  18. σὺν δὲ μελιλλώτοιο νέον στέφος, ἠδ’ ὅσα χαύνης
  19. οἰνάνθης βρύα λευκὰ καταψήχουσι νομῆες,
  20. ὅσσα τε λυχνὶς ἔνερθεν ἐρευθήεις τε θρυαλλὶς