Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Ἐν δὲ περιστερόεντα κατασμώξαιο πέτηλα,
  2. ἢ καὶ ἀλεξιάρης πτόρθους ἀπαμείρεο ῥάμνου·
  3. μούνη γὰρ δὴ σπεῖρα βροτῶν ἀπὸ κῆρας ἐρύκει.
  4. Ναὶ μὴν παρθενίοιο νεοδρέπτους ὀροδάμνους,
  5. κόρκορον ἢ πεταλῖτιν ἀμέργεο, πολλάκι μίλτου
  6. Λημνίδος, ἥ πάσῃσι πέλει θελκτήριον ἄταις.
  7. Δήποτε καὶ σικύοιο τάμοις ἐμπευκέα ῥίζαν
  8. ἀγροτέρου· νηδὺν δὲ καὶ ἐμβρίθουσαν ἀνίης
  9. ἤμυνεν καὶ καρπὸς ἐυρρήχου παλιούρου,
  10. σὺν καὶ ἀκανθοβόλος χαίτη, νεαλεῖς τ’ ὀρόβακχοι
  11. σίδης, ὑσγινόεντας ἐπιμύοντας ὀλόσχους
  12. αὐχενίους ἵνα λεπτὰ πέριξ ἐνερεύθεται ἄνθη·
  13. ἄλλοτε δ’ ὕσσωπός τε καὶ ἡ πολύγουνος ὄνωνις,
  14. φύλλα τε τηλεφίοιο, νέον τ’ ἐν βότρυσι κλῆμα,
  15. ἀγλῖθες, καὶ καρπὸς ὀρειγενέος κορίοιο,
  16. ἢ καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης.
  17. Πολλάκι δ’ ἢ πέπεριν κόψας νέον ἢ ἀπὸ Μήδων
  18. κάρδαμον ἐμπίσαιο· σὲ δ’ ἂν πολυάνθεα γλήχων,
  19. τρύχνον τ’, ἠδὲ σίνηπι κακηπελέοντα σαώσαι.
  20. Ἄγρει καὶ πρασιῆς χλοερὸν πράσον, ἄλλοτε δ’ αὐτῆς