Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. καὶ ῥόδον, ἡδ’ ἴα λεπτὸν ὅσον σπερμεῖον ἀέξει.
  2. Ἢ καὶ πουλύγονον λασίων ὑπάμησον ἰάμνων,
  3. ψίλωθρον, καρπόν τε πολυθρήνου ὑακίνθου,
  4. ὃν Φοῖβος θρήνησεν, ἐπεί ῥ’ ἀεκούσιος ἔκτα
  5. παῖδα βαλὼν προπάροιθεν Ἀμυκλαίου ποταμοῖο,
  6. πρωθήβην Ὑάκινθον, ἐπεὶ σόλος ἔμπεσε κόρσῃ
  7. πέτρου ἀφαλλόμενος, νέατον δ’ ἤραξε κάλυμμα.
  8. Σὺν δέ τε καὶ τριπέτηλον ὀποῖό τε δάκρυα βάλλοις
  9. τρισσοῖς ὁλκήεσσιν ἰσοζυγέων ὀδελοῖσιν·
  10. ἠὲ σύ γ’ ἕρπυλλον κεροειδέα, πολλάκι κρῆθμον,
  11. ἢ ποίην κυπάρισσον ἀμέργεο, σὺν δὲ καὶ αὐτοῖς
  12. ἄννησον Λιβυκάς τε ποτῷ ἐνικνήθεο ῥίζας.
  13. Ὧν σὺ τότ’ ἀμμίγδην, τοτὲ δ’ ἄνδιχα πίνεο θρύψας
  14. ἐν κελέβῃ, κεράσαι δὲ σὺν ὄξεϊ, πολλάκι δ’ οἴνῃ
  15. ἢ ὕδατι· χραισμεῖ δὲ καὶ ἐνθρυφθέντα γάλακτι.
  16. Ἢν δέ σ' ὁδοιπλανέοντα καὶ ἐν νεμέεσσιν ἀνύδροις
  17. νύχμα κατασπέρχῃ, βεβαρημένος αὐτίκα ῥίζας
  18. ἢ ποίην ἢ σπέρμα παρ’ ἀτραπιτοῖσι χλοάζον
  19. μαστάζειν γενύεσσιν, ἀμελγόμενος δ’ ἀπὸ χυλὸν
  20. τύμμασιν ἡμίβρωτα βάλοις ἔπι λύματα δαιτὸς,