Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἄρκτιον, ὀξαλίδας τε, καὶ ὀρμενόεντα λυκαψὸν,
  2. κίκαμά τ’, ὄρδειλόν τε περιβρυὲς, ἐν δὲ χαμηλὴν
  3. ῥεῖα πίτυν, φηγοῦ τε βαθὺν περὶ φλοιὸν ἀράξας,
  4. σὺν δ’ ἄρα καυκαλίδας τε, καὶ ἐκ σταφυλίνου ἀμήσας
  5. σπέρματα, καὶ τρεμίθοιο νέον πολυειδέα καρπόν·
  6. ἢ ἔτι καὶ φοινίσσον ἁλὸς καταβάλλεο φῦκος,
  7. ἀχραές τ’ ἀδίαντον, ἵν’ οὐκ ὄμβροιο ῥαγέντος
  8. λεπταλέη πίπτουσα νοτὶς πετάλοισιν ἐφίζει.
  9. Εἰ δ’ ἄγε καὶ σμυρνεῖον ἀειβρυὲς ἢ σύ γε ποίης
  10. λευκάδος ἠρύγγου τε τάμοις ἀθερηίδα ῥίζαν,
  11. ἄμμιγα καχρυφόρῳ λιβανωτίδι· μηδ’ ἀπαρίνη,
  12. μηδ’ ἔτι κουλυβάτεια περιβρίθουσά τε μήκων
  13. θυλακὶς ἢ ἐπιτηλὶς ἐπὶ χραίσμῃσιν ἀπείη.
  14. Σὺν δὲ κράδης κυέουσαν ἀποτμήξαιο κορύνην,
  15. ἢ αὐτοὺς κόκκυγας ἐρινάδος, οἵ τε πρὸ ἄλλης
  16. γογγύλοι ἐκφαίνουσιν ἀνοιδείοντες ὀπώρης.
  17. Λάζεο καὶ πυράκανθαν, ἰδὲ φλόμου ἀργέος ἄνθην,
  18. ἄμμιγα δ’ αἰγίλοπός τε χελιδονίου τε πέτηλα,
  19. δαύκειον, ῥίζαν τε βρυωνίδος, ἥ καὶ ἔφηλιν
  20. θηλυτέρης ἐχθρήν τε χροῆς ὠμόρξατο λεύκην.