Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἀχραές τ’ ἀδίαντον, ἵν’ οὐκ ὄμβροιο ῥαγέντος
  2. λεπταλέη πίπτουσα νοτὶς πετάλοισιν ἐφίζει.
  3. Εἰ δ’ ἄγε καὶ σμυρνεῖον ἀειβρυὲς ἢ σύ γε ποίης
  4. λευκάδος ἠρύγγου τε τάμοις ἀθερηίδα ῥίζαν,
  5. ἄμμιγα καχρυφόρῳ λιβανωτίδι· μηδ’ ἀπαρίνη,
  6. μηδ’ ἔτι κουλυβάτεια περιβρίθουσά τε μήκων
  7. θυλακὶς ἢ ἐπιτηλὶς ἐπὶ χραίσμῃσιν ἀπείη.
  8. Σὺν δὲ κράδης κυέουσαν ἀποτμήξαιο κορύνην,
  9. ἢ αὐτοὺς κόκκυγας ἐρινάδος, οἵ τε πρὸ ἄλλης