Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Οἷσιν ἐγὼ τὰ ἕκαστα διείσομαι ἄρκια νούσων.
  2. Δὴ γὰρ ὅτ’ ἀγχούσης θριδακηίδα λάζεο χαίτην,
  3. ἄλλοτε πενταπέτηλον, ὅτ’ ἄνθεα φοινὰ βάτοιο,
  4. ἄρκτιον, ὀξαλίδας τε, καὶ ὀρμενόεντα λυκαψὸν,
  5. κίκαμά τ’, ὄρδειλόν τε περιβρυὲς, ἐν δὲ χαμηλὴν
  6. ῥεῖα πίτυν, φηγοῦ τε βαθὺν περὶ φλοιὸν ἀράξας,
  7. σὺν δ’ ἄρα καυκαλίδας τε, καὶ ἐκ σταφυλίνου ἀμήσας
  8. σπέρματα, καὶ τρεμίθοιο νέον πολυειδέα καρπόν·
  9. ἢ ἔτι καὶ φοινίσσον ἁλὸς καταβάλλεο φῦκος,