Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- γογγύλοι ἐκφαίνουσιν ἀνοιδείοντες ὀπώρης.
- Λάζεο καὶ πυράκανθαν, ἰδὲ φλόμου ἀργέος ἄνθην,
- ἄμμιγα δ’ αἰγίλοπός τε χελιδονίου τε πέτηλα,
- δαύκειον, ῥίζαν τε βρυωνίδος, ἥ καὶ ἔφηλιν
- θηλυτέρης ἐχθρήν τε χροῆς ὠμόρξατο λεύκην.
- Ἐν δὲ περιστερόεντα κατασμώξαιο πέτηλα,
- ἢ καὶ ἀλεξιάρης πτόρθους ἀπαμείρεο ῥάμνου·
- μούνη γὰρ δὴ σπεῖρα βροτῶν ἀπὸ κῆρας ἐρύκει.
- Ναὶ μὴν παρθενίοιο νεοδρέπτους ὀροδάμνους,