Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἔσσυται ἄκμητος καὶ ἀνώδυνος· οὐδέ τί οἱ φλὸξ
  2. σίνεται ἀσβέστη ῥαγόεν δέρος ἄκρα τε γυίων.
  3. Ναὶ μὴν οἶδ’ ὅσα πόντος ἁλὸς ῥόχθοισιν ἑλίσσει,
  4. σμυραίνης δ’ ἔκπαγλον· ἐπεὶ μογεροὺς ἁλιῆας
  5. πολλάκις ἐμπρήσασα κατεπρήνιξεν ἐπάκτρου
  6. εἰς ἅλα φυζηθέντας ἐχετλίου ἐξαναδῦσα,
  7. εἰ ἔτυμον κείνην γε σὺν οὐλοβόροις ἐχίεσσι
  8. θόρνυσθαι, προλιποῦσαν ἁλὸς νομὸν, ἠπείροισι.
  9. Τρυγόνα μὴν ὀλοεργὸν, ἁλιρραίστην τε δράκοντα
  10. οἶδ’ ἀπαλέξασθαι· φορέει γε μὲν ἄλγεα τρυγὼν,
  11. ἦμος ἐν ὁλκαίοισι λίνοις μεμογηότα κέντρῳ
  12. ἐργοπόνον τύψῃσιν, ἢ ἐν πρέμνοισι παγείῃ
  13. δενδρείου, τό τε πολλὸν ἀγαυρότατον θαλέθῃσι·
  14. τοῦ μὲν ὑπὸ πληγῇσιν ἅτ’ ἠελίοισι δαμέντος
  15. ῥίζαι, σὺν δέ τε φυλλὰς ἀποφθίνει· ἀνδρὶ δὲ σάρκες
  16. πυθόμεναι μινύθουσι· λόγος γε μὲν, ὥς ποτ’ Ὀδυσσεὺς
  17. ἔφθιτο λευγαλέοιο τυπεὶς ἁλίου ὑπὸ κέντρου.
  18. Οἷσιν ἐγὼ τὰ ἕκαστα διείσομαι ἄρκια νούσων.
  19. Δὴ γὰρ ὅτ’ ἀγχούσης θριδακηίδα λάζεο χαίτην,
  20. ἄλλοτε πενταπέτηλον, ὅτ’ ἄνθεα φοινὰ βάτοιο,