Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- Τρυγόνα μὴν ὀλοεργὸν, ἁλιρραίστην τε δράκοντα
- οἶδ’ ἀπαλέξασθαι· φορέει γε μὲν ἄλγεα τρυγὼν,
- ἦμος ἐν ὁλκαίοισι λίνοις μεμογηότα κέντρῳ
- ἐργοπόνον τύψῃσιν, ἢ ἐν πρέμνοισι παγείῃ
- δενδρείου, τό τε πολλὸν ἀγαυρότατον θαλέθῃσι·
- τοῦ μὲν ὑπὸ πληγῇσιν ἅτ’ ἠελίοισι δαμέντος
- ῥίζαι, σὺν δέ τε φυλλὰς ἀποφθίνει· ἀνδρὶ δὲ σάρκες
- πυθόμεναι μινύθουσι· λόγος γε μὲν, ὥς ποτ’ Ὀδυσσεὺς
- ἔφθιτο λευγαλέοιο τυπεὶς ἁλίου ὑπὸ κέντρου.