Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἥ τε καὶ ἀσβέστοιο διὲκ πυρὸς οἶμον ἔχουσα
  2. ἔσσυται ἄκμητος καὶ ἀνώδυνος· οὐδέ τί οἱ φλὸξ
  3. σίνεται ἀσβέστη ῥαγόεν δέρος ἄκρα τε γυίων.
  4. Ναὶ μὴν οἶδ’ ὅσα πόντος ἁλὸς ῥόχθοισιν ἑλίσσει,
  5. σμυραίνης δ’ ἔκπαγλον· ἐπεὶ μογεροὺς ἁλιῆας
  6. πολλάκις ἐμπρήσασα κατεπρήνιξεν ἐπάκτρου
  7. εἰς ἅλα φυζηθέντας ἐχετλίου ἐξαναδῦσα,
  8. εἰ ἔτυμον κείνην γε σὺν οὐλοβόροις ἐχίεσσι
  9. θόρνυσθαι, προλιποῦσαν ἁλὸς νομὸν, ἠπείροισι.