Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἀνδράσι, νηπιάχοις δὲ παρασχεδὸν ἤγαγεν αἶσαν·
- οἷς δὴ καὶ νώτοισι περὶ πτερὰ λευκὰ χέονται
- μάστακι σιτοβόρῳ ἐναλίγκια, τοί θ’ ὑπὲρ ἄκρων
- ἱπτάμενοι ἀθέρων λεπυρὸν στάχυν ἐκβόσκονται,
- Πήδασα καὶ Κισσοῖο κατὰ πτύχας ἐμβατέοντες.
- Οἶδά γε μὴν φράσσασθαι ἀλέξια τοῖο βολάων,
- οἷάπερ ἐκ βέμβικος ὀρεστέρου ἠὲ μελίσσης,
- ᾗ τε καὶ ἐκ κέντρου θάνατος πέλει, εὖτε χαράξῃ
- ἄνδρα πέριξ σίμβλοιο πονεύμενον ἠὲ καὶ ἀγροῖς·
- κέντρον γὰρ πληγῇ περικάλλιπεν ἐμματέουσα,
- κέντρον δὲ ζωήν τε φέρει θάνατόν τε μελίσσαις·
- οἶδά γε μὴν καὶ ἴουλος ἃ μήδεται ἠδ’ ὀλοὸς σφὴξ,
- πεμφρηδὼν ὀλίγη τε, καὶ ἀμφικαρὴς σκολόπενδρα,
- ἥ τε καὶ ἀμφοτέρωθεν ὀπάζεται ἀνδράσι κῆρα,
- νήϊά θ’ ὡς σπέρχονται ὑπὸ πτερὰ θηρὶ κιούσῃ·
- τυφλήν τε σμερδνήν τε βροτοῖς ἐπὶ λοιγὸν ἄγουσαν
- μυγαλέην, τροχιῇσιν ἐνιθνήσκουσαν ἁμάξης.
- Σῆπά γε μὴν πεδανοῖσιν ὁμὴν σαύροισιν ἀλύξαις,
- καὶ σαλαμάνδρειον δόλιον δάκος αἰὲν ἀπεχθὲς,
- ἥ τε καὶ ἀσβέστοιο διὲκ πυρὸς οἶμον ἔχουσα