Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. κεδρίδας ἐνθρύπτων λιπάοις εὐήρεα γυῖα,
  2. ἢ καὶ πευκεδάνοιο βαρυπνόου, ἄλλοτ’ ὀρείου
  3. αὖα καταψήχοιο λίπει ἔνι φύλλα κονύζης·
  4. αὕτως δ’ ἀλθήεντ’ ἐλελίσφακον, ἐν δέ τε ῥίζαν
  5. σιλφίου, ἣν κνηστῆρι κατατρίψειαν ὀδόντες. —
  6. Πολλάκι καὶ βροτέην σιάλων ὑποέτρεσαν ὀδμήν. —
  7. Εἰ δὲ σύ γε τρίψας ὀλίγῳ ἐν βάμματι κάμπην
  8. κηπαίην, δροσόεσσαν, ἐπὶ χλωρηίδα νώτῳ,
  9. ἠὲ καὶ ἀγριάδος μαλάχης ἐγκύμονι κάρφει
  10. γυῖα πέριξ λιπάσειας, ἀναίμακτός κεν ἰαύοις.
  11. Ψήχεο δ’ ἐν στέρνῳ προβαλὼν μυλόεντι θυείης>
  12. ἐν μέν θ’ ἁβροτάνοιο δύω κομόωντας ὀράμνους
  13. καρδάμου ἀμμίγδην· — ὀδελοῦ δέ οἱ αἴσιος ὁλκή· —
  14. ἐν δὲ χεροπληθῆ καρπὸν νεοθηλέα δαυχνοῦ
  15. λειαίνειν τριπτῆρι· τὰ δὲ τροχοειδέα πλάσσων,
  16. τέρσαι ὑποσκιόεντι βαλὼν ἀνεμώδεϊ χώρῳ·
  17. αὖα δ’ ἐν ὄλπῃ θρύπτε, καὶ αὐτίκα γυῖα λιπαίνοις.
  18. Εἴ γε μὲν ἐκ τριόδοιο μεμιγμένα κνώδαλα χύτρῳ
  19. ζωὰ, νέον θορνύντα, καὶ ἐν θρόνα τοιάδε βάλλῃς,
  20. δήεις οὐλομένῃσιν ἀλεξητήριον ἄταις·