Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἐν μὲν γὰρ μυελοῖο νεοσφαγέος ἐλάφοιο
- δραχμάων τρίφατον δεκάδος καταβάλλεο βρῖθος,
- ἐν δὲ τρίτην μοῖραν ῥοδέου χοὸς, ἥν τε θυωροὶ
- πρώτην μεσσατίην τε πολύτριπτον καλέονται·
- ἰσόμορον δ’ ὠμοῖο χέειν ἀργῆτος ἐλαίου,
- τετράμορον κηροῖο· τὰ δ’ ἐν περιηγέι γάστρῃ
- θάλπε κατασπέρχων, ἔστ’ ἂν περὶ σάρκες ἀκάνθης
- μελδόμεναι θρύπτωνται· ἔπειτα δὲ λάζεο τυκτὴν
- εὐεργῆ λάκτιν, τὰ δὲ μυρία πάντα ταράσσειν
- συμφύρδην ὀφίεσσιν· ἑκὰς δ’ ἀπόερσον ἀκάνθας·
- καὶ γὰρ ταῖς κακοεργὸς ὁμῶς ἐνιτέτροφεν ἰός.
- γυῖα δὲ πάντα λίπαζε καὶ εἰς ὁδὸν, ἢ ἐπὶ κοῖτον,
- ἢ ὅταν αὐαλέου θέρεος μεθ’ ἁλώια ἔργα
- ζωσάμενος θρίναξι βαθὺν διακρίνεαι ἄντλον.
- Εἰ δέ που ἐν δακέεσσιν ἀφαρμάκτῳ χροῒ κύρσῃς>
- ἄκμηνος σίτων, ὅτε δὴ κακὸν ἄνδρας ἰάπτει,
- αἶψά κεν ἡμετέρῃσιν ἐρωήσειας ἐφετμαῖς.
- Τῶν ἤτοι θήλεια παλίγκοτος ἀντομένοισι
- δάχματι, πλειοτέρη δὲ καὶ ὁλκαίην ἐπὶ σειρήν·
- τούνεκα καὶ θανάτοιο θοώτερος ἵξεται αἶσα.