Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- πολλὴ γὰρ λιβάσιν παραέξεται, ἀμφί τε χείλη
- ἔρσεται, ἀγλαύροισιν ἀγαλλομένη ποταμοῖσιν.
- Ἢ σύ γ’ ὑποστορέσαιο λύγον πολυανθέα κόψας,
- 64ἢ πόλιον βαρύοδμον, ὃ δὴ ῥίγιστον ὄδωδεν·
- ὣς δ’ αὔτως ἐχίειον, ὀριγανόεσσά τε χαίτη,
- ναὶ μὴν ἁβροτόνοιο, τό τ’ ἄγριον οὔρεσι θάλλει
- ἀργεννὴν ὑπὸ πέζαν, ἢ ἑρπύλλοιο νομαίου,
- ὅς τε φιλόζωος νοτερὴν ἐπιβόσκεται αἶαν
- ῥιζοβόλος, λασίοισιν ἀεὶ φύλλοισι κατήρης.
- Φράζεσθαι δ’ ἐπέοικε χαμαιζήλοιο κονύζης
- ἄγνου τε βρύα λευκὰ, καὶ ἐμπρίοντ’ ὀνόγυρον·
- αὕτως δὲ τρήχοντα ταμὼν ἄπο κλήματα σίδης,
- ἠὲ καὶ ἀσφοδέλοιο νέον πολυαυξέα μόσχον,
- τρύχνον τε, σκύρα τ’ ἐχθρὰ, τά τ’ εἴαρι σίνατο βούτην,
- ἦμος ὅταν σκυρόωσι βόες καυλεῖα φαγοῦσαι·
- ναὶ μὴν πευκεδάνοιο βαρυπνόου, οὗ τε καὶ ὀδμὴ
- θηρί ’ ἀποσσεύει τε καὶ ἀντιόωντα διώκει.
- Καὶ τὰ μὲν εἰκαίῃ παράθου ἀγραυλέι κοίτῃ,
- ἄλλα δὲ φωλειοῖς· τὰ δὲ διπλάσσαιο χεείαις.
- Εἴ γε μὲν, ἐς τεῦχος κεραμήιον ἠὲ καὶ ὄλπην