Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ᾗ τε καὶ ἐκ κέντρου θάνατος πέλει, εὖτε χαράξῃ
  2. ἄνδρα πέριξ σίμβλοιο πονεύμενον ἠὲ καὶ ἀγροῖς·
  3. κέντρον γὰρ πληγῇ περικάλλιπεν ἐμματέουσα,
  4. κέντρον δὲ ζωήν τε φέρει θάνατόν τε μελίσσαις·
  5. οἶδά γε μὴν καὶ ἴουλος ἃ μήδεται ἠδ’ ὀλοὸς σφὴξ,
  6. πεμφρηδὼν ὀλίγη τε, καὶ ἀμφικαρὴς σκολόπενδρα,
  7. ἥ τε καὶ ἀμφοτέρωθεν ὀπάζεται ἀνδράσι κῆρα,
  8. νήϊά θ’ ὡς σπέρχονται ὑπὸ πτερὰ θηρὶ κιούσῃ·
  9. τυφλήν τε σμερδνήν τε βροτοῖς ἐπὶ λοιγὸν ἄγουσαν
  10. μυγαλέην, τροχιῇσιν ἐνιθνήσκουσαν ἁμάξης.
  11. Σῆπά γε μὴν πεδανοῖσιν ὁμὴν σαύροισιν ἀλύξαις,
  12. καὶ σαλαμάνδρειον δόλιον δάκος αἰὲν ἀπεχθὲς,
  13. ἥ τε καὶ ἀσβέστοιο διὲκ πυρὸς οἶμον ἔχουσα
  14. ἔσσυται ἄκμητος καὶ ἀνώδυνος· οὐδέ τί οἱ φλὸξ
  15. σίνεται ἀσβέστη ῥαγόεν δέρος ἄκρα τε γυίων.
  16. Ναὶ μὴν οἶδ’ ὅσα πόντος ἁλὸς ῥόχθοισιν ἑλίσσει,
  17. σμυραίνης δ’ ἔκπαγλον· ἐπεὶ μογεροὺς ἁλιῆας
  18. πολλάκις ἐμπρήσασα κατεπρήνιξεν ἐπάκτρου
  19. εἰς ἅλα φυζηθέντας ἐχετλίου ἐξαναδῦσα,