Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Ἄλλοι δ’ αὖ ῥαιβοῖσιν ἰσήρεες ἄντα παγούροις
  2. γυῖα βαρύνονται· βαρέαι δ’ ἐσκλήκασι χηλαὶ,
  3. οἷά τε πετραίοισιν ἐποκριόωσι παγούροις·
  4. τῶν δὴ καὶ γενεὴν ἐξέμμορον, εὖτε λίπωσι
  5. πέτρας καὶ βρύα λεπτὰ πολυστίοιο θαλάσσης,
  6. τοὺς ἁλὸς ἐξερύουσι δελαστρέες ἰχθυβολῆες·
  7. αὐτίκα δ’ ἀγρευθέντες ἐνὶ γρώνῃσιν ἔδυσαν
  8. μυοδόκοις, ἵνα τέκνα κακοφθόρα τῶνδε θανόντων
  9. σκορπίοι ἐξεγένοντο καθ’ ἕρκεα λωβητῆρες.
  10. Τὸν δὲ μελίχλωρον· τοῦ μὲν προμελαίνεται ἄκρη
  11. σφόνδυλος, ἄσβεστον δὲ νέμει πολυκήριον ἄτην.
  12. Ἔχθιστος δ’, ὅ τε ῥαιβὰ φέρει φλογὶ εἴκελα γυῖα,
  13. ἀνδράσι, νηπιάχοις δὲ παρασχεδὸν ἤγαγεν αἶσαν·
  14. οἷς δὴ καὶ νώτοισι περὶ πτερὰ λευκὰ χέονται
  15. μάστακι σιτοβόρῳ ἐναλίγκια, τοί θ’ ὑπὲρ ἄκρων
  16. ἱπτάμενοι ἀθέρων λεπυρὸν στάχυν ἐκβόσκονται,
  17. Πήδασα καὶ Κισσοῖο κατὰ πτύχας ἐμβατέοντες.
  18. Οἶδά γε μὴν φράσσασθαι ἀλέξια τοῖο βολάων,
  19. οἷάπερ ἐκ βέμβικος ὀρεστέρου ἠὲ μελίσσης,