Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. εἰ ἔτυμον κείνην γε σὺν οὐλοβόροις ἐχίεσσι
  2. θόρνυσθαι, προλιποῦσαν ἁλὸς νομὸν, ἠπείροισι.
  3. Τρυγόνα μὴν ὀλοεργὸν, ἁλιρραίστην τε δράκοντα
  4. οἶδ’ ἀπαλέξασθαι· φορέει γε μὲν ἄλγεα τρυγὼν,
  5. ἦμος ἐν ὁλκαίοισι λίνοις μεμογηότα κέντρῳ
  6. ἐργοπόνον τύψῃσιν, ἢ ἐν πρέμνοισι παγείῃ
  7. δενδρείου, τό τε πολλὸν ἀγαυρότατον θαλέθῃσι·
  8. τοῦ μὲν ὑπὸ πληγῇσιν ἅτ’ ἠελίοισι δαμέντος
  9. ῥίζαι, σὺν δέ τε φυλλὰς ἀποφθίνει· ἀνδρὶ δὲ σάρκες
  10. πυθόμεναι μινύθουσι· λόγος γε μὲν, ὥς ποτ’ Ὀδυσσεὺς
  11. ἔφθιτο λευγαλέοιο τυπεὶς ἁλίου ὑπὸ κέντρου.
  12. Οἷσιν ἐγὼ τὰ ἕκαστα διείσομαι ἄρκια νούσων.
  13. Δὴ γὰρ ὅτ’ ἀγχούσης θριδακηίδα λάζεο χαίτην,
  14. ἄλλοτε πενταπέτηλον, ὅτ’ ἄνθεα φοινὰ βάτοιο,
  15. ἄρκτιον, ὀξαλίδας τε, καὶ ὀρμενόεντα λυκαψὸν,
  16. κίκαμά τ’, ὄρδειλόν τε περιβρυὲς, ἐν δὲ χαμηλὴν
  17. ῥεῖα πίτυν, φηγοῦ τε βαθὺν περὶ φλοιὸν ἀράξας,
  18. σὺν δ’ ἄρα καυκαλίδας τε, καὶ ἐκ σταφυλίνου ἀμήσας
  19. σπέρματα, καὶ τρεμίθοιο νέον πολυειδέα καρπόν·