Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- τοίη οἱ κέντροιο κόπις, τοίῳ δ’ ἐπὶ κέντρῳ
- σφόνδυλοι ἐννεάδεσμοι ὑπερτείνουσι κεραίης.
- Ἄλλος δ’ ἐμπέλιος — φορέει δ’ ὑπὸ βοσκάδα νηδὺν
- εὐρεῖαν, δὴ γάρ τε ποηφάγος αἰὲν ἄητος,
- γαιοφάγος — βουβῶσι τυπὴν ἀλίαστον ἰάπτει·
- τοίη οἱ βούβρωστις ἐνέσκληκεν γενύεσσι.
- Τὸν δ’ ἕτερον δήεις ἐναλίγκιον αἰγιαλῆι
- καρκίνῳ, ὃς μνία λεπτὰ ῥόθον τ’ ἐπιβόσκεται ἅλμης.
- Ἄλλοι δ’ αὖ ῥαιβοῖσιν ἰσήρεες ἄντα παγούροις
- γυῖα βαρύνονται· βαρέαι δ’ ἐσκλήκασι χηλαὶ,
- οἷά τε πετραίοισιν ἐποκριόωσι παγούροις·
- τῶν δὴ καὶ γενεὴν ἐξέμμορον, εὖτε λίπωσι
- πέτρας καὶ βρύα λεπτὰ πολυστίοιο θαλάσσης,
- τοὺς ἁλὸς ἐξερύουσι δελαστρέες ἰχθυβολῆες·
- αὐτίκα δ’ ἀγρευθέντες ἐνὶ γρώνῃσιν ἔδυσαν
- μυοδόκοις, ἵνα τέκνα κακοφθόρα τῶνδε θανόντων
- σκορπίοι ἐξεγένοντο καθ’ ἕρκεα λωβητῆρες.
- Τὸν δὲ μελίχλωρον· τοῦ μὲν προμελαίνεται ἄκρη
- σφόνδυλος, ἄσβεστον δὲ νέμει πολυκήριον ἄτην.
- Ἔχθιστος δ’, ὅ τε ῥαιβὰ φέρει φλογὶ εἴκελα γυῖα,