Theriaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Εἰ δ’ ἄγε καὶ κέντρῳ κεκορυθμένον ἀλγινόεντι
  2. σκορπίον αὐδήσω καὶ ἀεικέα τοῖο γενέθλην.
  3. Τῶν ἤτοι λευκὸς μὲν ἀκήριος οὐδ’ ἐπιλωβής.
  4. Πυρσὸς δ’ ἐν γενύεσσι θοὸν προσεμάξατο καῦσον
  5. ἀνδράσιν αἰθαλόεντα· περισπαίρουσι δὲ λώβαις
  6. οἷα πυρίβλητοι· κρατερὸν δ’ ἐπὶ δίψος ὄρωρεν.
  7. Αὐτὰρ ὅ γε ζοφόεις ἄραδον κακὸν ὤπασε τύψας
  8. ἀνδρί· παραπλῆγες δὲ καὶ ἄφραστοι γελόωσιν.
  9. Ἄλλος δὲ χλοάων τε, καὶ ὁππότε γυῖον ἀράξῃ,
  10. φρῖκας ἐπιπροΐησι· κακὴ δ’ ἐπὶ τοῖσι χάλαζα
  11. εἴδεται ἐμπλάζουσα, καὶ ἢν μέγα σείριος ἄζῃ·
  12. τοίη οἱ κέντροιο κόπις, τοίῳ δ’ ἐπὶ κέντρῳ
  13. σφόνδυλοι ἐννεάδεσμοι ὑπερτείνουσι κεραίης.
  14. Ἄλλος δ’ ἐμπέλιος — φορέει δ’ ὑπὸ βοσκάδα νηδὺν
  15. εὐρεῖαν, δὴ γάρ τε ποηφάγος αἰὲν ἄητος,
  16. γαιοφάγος — βουβῶσι τυπὴν ἀλίαστον ἰάπτει·
  17. τοίη οἱ βούβρωστις ἐνέσκληκεν γενύεσσι.
  18. Τὸν δ’ ἕτερον δήεις ἐναλίγκιον αἰγιαλῆι
  19. καρκίνῳ, ὃς μνία λεπτὰ ῥόθον τ’ ἐπιβόσκεται ἅλμης.