Theriaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- κνώδαλα, φαλλαίνῃ ἐναλίγκια, τὴν περὶ λύχνους
- ἀκρόνυχος δειπνητὸς ἐπήλασε παιφάσσουσαν·
- στεγνὰ δέ οἱ πτερὰ πάντα καὶ ἔγχνοα, τοῖα κονίης
- ἢ καὶ ἀπὸ σπληδοῖο φαείνεται ὅστις ἐπαύρῃ.
- τῷ ἴκελος Περσεῖος ὑποτρέφεται πετάλοισι·
- τοῦ καὶ σμερδαλέον νεύει κάρη αἰὲν ὑποδρὰξ
- ἐσκληκὸς, νηδὺς δὲ βαρύνεται· αὐτὰρ ὃ κέντρον
- αὐχένι τ’ ἀκροτάτῳ κεφαλῇ τ’ ἐνεμάξατο φωτός·
- ῥεῖα δέ κεν θανάτοιο καὶ αὐτίκα μοῖραν ἐφείη.
- Εἰ δ’ ἄγε καὶ κέντρῳ κεκορυθμένον ἀλγινόεντι
- σκορπίον αὐδήσω καὶ ἀεικέα τοῖο γενέθλην.
- Τῶν ἤτοι λευκὸς μὲν ἀκήριος οὐδ’ ἐπιλωβής.
- Πυρσὸς δ’ ἐν γενύεσσι θοὸν προσεμάξατο καῦσον
- ἀνδράσιν αἰθαλόεντα· περισπαίρουσι δὲ λώβαις
- οἷα πυρίβλητοι· κρατερὸν δ’ ἐπὶ δίψος ὄρωρεν.
- Αὐτὰρ ὅ γε ζοφόεις ἄραδον κακὸν ὤπασε τύψας
- ἀνδρί· παραπλῆγες δὲ καὶ ἄφραστοι γελόωσιν.
- Ἄλλος δὲ χλοάων τε, καὶ ὁππότε γυῖον ἀράξῃ,
- φρῖκας ἐπιπροΐησι· κακὴ δ’ ἐπὶ τοῖσι χάλαζα
- εἴδεται ἐμπλάζουσα, καὶ ἢν μέγα σείριος ἄζῃ·